Wednesday, December 12, 2012

My Proposed 'Link' Between Shorter Mark and Long Texts of the Gospel According to Mark in Second Century Alexandria

ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα. 
Καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται. (= the already dead youth cf. Lazarus four days)
Καὶ ἔρχονται εἰς Βηθανίαν καὶ ἦν ἐκεῖ μία γυνὴ ἧς ὁ ἀδελφὸς αὐτῆς ἀπέθανεν. 
Καὶ ἐλθοῦσα προσεκύνησε τὸν Ἰησοῦν καὶ λέγει αὐτῷ, «Υἱὲ Δαβὶδ ἐλέησόν με». Οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτῇ. 
Καὶ ὀργισθεὶς ὁ Ἰησοῦς ἀπῆλθεν μετ᾽ αὐτῆς εἰς τὸν κῆπον ὅπου ἦν τὸ μνημεῖον, καὶ εὐθὺς ἠκούσθη ἐκ τοῦ μνημείου φωνὴ μεγάλη, καὶ προσελθὼν ὁ Ἰησοῦς ἀπἐκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ εἰσελθὼν εὐθὺς ὅπου ἦν ὁ νεανίσκος ἐξέτεινεν τὴν χεῖρα καὶ ἤγειρεν αὐτὸν κρατήσας τῆς χειρός, ὁ δὲ νεανίσκος ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ ἤρξατο παρακαλεῖν αὐτὸν ἵνα μετ᾽ αὐτοῦ ᾖ. 
Καὶ ἐξελθόντες ἐκ τοῦ μνημείου ἦλθον εἰς τὴν οἰκίαν τοῦ νεανίσκου, ἦν γὰρ πλούσιος. 
Καὶ μεθ᾽ ἡμέρας ἓξ ἐπέταξεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ὀψίας γενομένης ἔρχεται ὁ νεανίσκος πρὸς αὐτὸν περιβεβλημένος σινδόνα ἐπὶ γυμνῷ, καὶ ἔμεινε σὺν αὐτῷ τὴν νύκτα ἐκείνην. 
Ἐδίδασκε γὰρ αὐτὸν ὁ Ἰησοῦς τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ. 
Ἐκεῖθεν δὲ ἀναστὰς ἐπέστρεψεν εἰς τὸ πέραν τοῦ Ἰορδάνου. 



Email stephan.h.huller@gmail.com with comments or questions.


 
Stephan Huller's Observations by Stephan Huller
is licensed under a
Creative Commons Attribution 3.0 United States License.