Monday, November 19, 2012
George Cedrenus's Reference to Heresies During the Reign of Hadrian
οὗτος Ἀδριανὸς χρέων ὀφειλὰς τῶν ὑπ' αὐτὸν πόλεων καὶ πολιτῶν τῷ δημοσίῳ λόγῳ ἀνηκούσας ἀπέκοψε, καύ σας τοὺς χάρτας. Νίκαιάν τε καὶ
Νικομήδειαν σεισμῷ πτωθεί σας ἀνεκτήσατο. ἐπὶ τούτου Ἰουστῖνος ὁ φιλόσοφος
κατὰ πασῶν αἱρέσεων ἠνδρίζετο· ὡς γάρ φησι Κλήμης ὁ στρωματεύς, ἐπὶ Ἀδριανοῦ
ὑπῆρχον αἱρεσιῶται, ἐχθροὶ τῆς τῶν Χριστιανῶν πίστεως, Σατορνῖνος Βασιλείδης
καὶ Καρποκράτης. θνήσκει δὲ Ἀδριανὸς βίᾳ τῆς νόσου, κράζων "ὦ Ζεῦ, πόσον κακόν
ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν καὶ μὴ τυγχάνειν." τελευτῶν δὲ προχειρίζεται
Ἀντωνῖνον· τελευτήσαντος γὰρ Τραϊανοῦ ἐπλάσατο ἐπιστολὴν ὡς δῆθεν παρ' αὐτοῦ
γραφεῖσαν πρὸς τὴν βουλήν, ἔνθα υἱὸν καὶ διάδοχον τῆς βασιλείας ὠνόμασεν.
Ἀντωνῖνος ὁ εὐσεβὴς ἐβασίλευσεν ἔτη κδʹ, υἱοποιηθεὶς τῷ Ἀδριανῷ, καὶ πρῶτος
αὐτοκράτωρ εὐσεβὴς ἐπεκλήθη· πᾶσαν γὰρ 1.439 ἀρετὴν ἐπεκτήσατο. ὥς φησι δὲ
Κλήμης, ὅτι ἐπὶ αὐτοῦ Οὐαλεντῖνος καὶ Κέρδων καὶ Μαρκίων ἐν Ῥώμῃ αἱρεσιάρχαι
ἐγνωρίζοντο, καὶ Τατιανὸς καὶ Βαρδισάνης καὶ Πρισκίλλα καὶ Μαξιμίλλα αἱ
ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. καὶ Γαληνὸς ὁ ἰατρὸς τότε
ἐθαυμάζετο. καὶ Βαρδισάνης δέ τις Σύρος διαλε κτικώτατος καὶ σοφὸς ἦν, ὥστε
θαυμάζεσθαι αὐτοῦ πρὸς τοῦ Ἀντωνίνου τὸν κατὰ εἱμαρμένης λόγον. Πολύκαρπος
δὲ ἐπίσκο πος Σμύρνης εἰς ὄψιν ἐλθὼν Μαρκίωνι ἤκουσεν "ἐπιγινώσκεις ἡμᾶς, ὦ
καλὲ Πολύκαρπε;" ὁ δέ "ἐπιγινώσκω σὲ" ἔφη "τὸν πρωτότοκον τοῦ Σατανᾶ."
θνήσκει δὲ Ἀντωνῖνος προβαλόμενος εἰς βασιλέα Μάρκον Ἀντωνῖνον τὸν ἴδιον
γαμβρόν. ἐπὶ τούτου Πολύκαρπος ὁ μαθητὴς Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ
Ἰουστῖνοςὁ φιλόσοφος καὶ ∆ιονύσιος ὁ ἐπίσκοπος Κορίνθου ἐμαρτύρησαν
Email stephan.h.huller@gmail.com with comments or questions.